Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
οὐδὲ γὰρ τὰ περὶ τὰς θεωρίας, ὧν ἕνεκ᾽ ἄν τις ἦλθεν, ἀσελγῶς οὐδ᾽ ὑπερηφάνως ἀλλὰ νοῦν ἐχόντως ἐποίουν. οὐ γὰρ ἐκ τῶν πομπῶν οὐδ᾽ ἐκ τῶν περὶ τὰς χορηγίας φιλονεικιῶν οὐδ᾽ ἐκ τῶν τοιούτων ἀλαζονειῶν τὴν εὐδαιμονίαν ἐδοκίμαζον, ἀλλ᾽ ἐκ τοῦ σωφρόνως οἰκεῖν καὶ τοῦ βίου τοῦ καθ᾽ ἡμέραν καὶ τοῦ μηδένα τῶν πολιτῶν ἀπορεῖν τῶν ἐπιτηδείων.ἐξ ὧνπερ χρὴ κρίνειν τοὺς ὡς ἀληθῶς εὖ πράττοντας καὶ μὴ φορτικῶς πολιτευομένους: