Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
ἀλλ᾽ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν ὥσθ᾽ ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἰ περί τινας ἐξαμάρτοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφ᾽ ἡμᾶς ἥξειν οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους.