Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[131]
ἐν οὖν ταῖς ἀπορίαις, ἐν αἷς αὐτοὶ δυναστεύουσιν, ἐν ταύταις ἥδιστ᾽ ἂν ἴδοιεν ἅπαντας ὄντας τοὺς πολίτας. τεκμήριον δὲ μέγιστον: οὐ γὰρ τοῦτο σκοποῦσιν, ἐξ οὗ τρόπου τοῖς δεομένοις βίον ἐκποριοῦσιν, ἀλλ᾽ ὅπως τοὺς ἔχειν τι δοκοῦντας τοῖς ἀπόροις ἐξισώσουσιν.