Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[114]
οὐκ ἀγνοῶ δ᾽ ὅτι τὸν μὲν περὶ τῶν τυράννων λόγον ἀποδέχεσθε, τὸν δὲ περὶ τῆς ἀρχῆς δυσκόλως ἀκούετε: πεπόνθατε γὰρ πάντων αἴσχιστον καὶ ῥᾳθυμότατον: ἃ γὰρ ἐπὶ τῶν ἄλλων ὁρᾶτε, ταῦτ᾽ ἐφ᾽ ὑμῶν αὐτῶν ἀγνοεῖτε. καίτοι τῶν φρονίμως διακειμένων οὐκ ἐλάχιστον τοῦτο σημεῖόν ἐστιν, ἢν τὰς αὐτὰς πράξεις ἐπὶ πάντων τῶν ὁμοίων φαίνωνται γνωρίζοντες.