Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ὑπολαβόντες δ᾽ οὕτως ἔχειν τὴν μαντείαν, καὶ τοὺς προγόνους τοὺς ὑμετέρους παραλαβόντες καὶ στρατόπεδον συστησάμενοι, τὴν μὲν ἰδίαν χώραν εἰς τὸ κοινὸν τοῖς συνακολουθήσασιν ἔδοσαν, τὴν δὲ βασιλείαν ἐξαίρετον αὐτοὶ παρ᾽ ἐκείνων ἔλαβον, ἐπὶ δὲ τούτοις πίστεις ἀλλήλοις δόντες ἐποιοῦντο τὴν στρατείαν.