Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
τίς γὰρ ἂν ἐφίκοιτο τοιαύτης φύσεως, ὃς οὐ μόνον τὴν αὑτοῦ πόλιν πλείονος ἀξίαν ἐποίησεν ἀλλὰ καὶ τὸν τόπον ὅλον τὸν περιέχοντα τὴν νῆσον ἐπὶ πραότητα καὶ μετριότητα προήγαγεν; πρὶν μέν γε λαβεῖν Εὐαγόραν τὴν ἀρχὴν οὕτως ἀπροσοίστως καὶ χαλεπῶς εἶχον, ὥστε καὶ τῶν ἀρχόντων τούτους ἐνόμιζον εἶναι βελτίστους οἵτινες ὠμότατα πρὸς τοὺς Ἕλληνας διακείμενοι τυγχάνοιεν: