Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
καὶ μὴν τῶν γε παλαιῶν καθόδων αὗται μάλιστ᾽ εὐδοκιμοῦσιν ἃς παρὰ τῶν ποιητῶν ἀκούομεν: οὗτοι γὰρ οὐ μόνον τῶν γεγενημένων τὰς καλλίστας ἡμῖν ἀπαγγέλλουσιν, ἀλλὰ καὶ παρ᾽ αὑτῶν καινὰς συντιθέασιν. ἀλλ᾽ ὅμως οὐδεὶς αὐτῶν μεμυθολόγηκεν, ὅστις οὕτω δεινοὺς καὶ φοβεροὺς ποιησάμενος τοὺς κινδύνους εἰς τὴν αὑτοῦ κατῆλθεν: ἀλλ᾽ οἱ μὲν πλεῖστοι πεποίηνται διὰ τύχην λαβόντες τὰς βασιλείας, οἱ δὲ μετὰ δόλου καὶ τέχνης περιγενόμενοι τῶν ἐχθρῶν.