Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
μηδὲ πρὸς ἓν χαλεπῶς ἔχετε τῶν ὑπ᾽ ἐμοῦ προσταττομένων: ὅσοι γὰρ ἂν ὑμῶν περὶ πλεῖστα τῶν ἐμῶν χρησίμους αὑτοὺς παράσχωσιν, οὗτοι πλεῖστα τοὺς οἴκους τοὺς αὑτῶν ὠφελήσουσιν. ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ τύχῃ συνειδώς, ἡγείσθω μηδ᾽ ἐμὲ λήσειν, ἀλλ᾽ ἐὰν καὶ τὸ σῶμα μὴ παρῇ, τὴν διάνοιαν τὴν ἐμὴν οἰέσθω τοῖς γιγνομένοις παρεστάναι: ταύτην γὰρ τὴν γνώμην ἔχοντες, σωφρονέστερον βουλεύσεσθε περὶ ἁπάντων.