Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
τοὺς ἄριστα τῶν ἄλλων1 πολιτευομένους, οἴκοι μὲν ὀλιγαρχουμένους, παρὰ δὲ τὸν πόλεμον βασιλευομένους. ἔχοι δ᾽ ἄν τις ἐπιδεῖξαι καὶ τὴν πόλιν,2 τὴν μάλιστα τὰς τυραννίδας μισοῦσαν, ὅταν μὲν πολλοὺς ἐκπέμψῃ στρατηγούς, ἀτυχοῦσαν, ὅταν δὲ δι᾽ ἑνὸς ποιήσηται τοὺς κινδύνους, κατορθοῦσαν.