Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
μελέτα περὶ καλῶν ἐπιτηδευμάτων λέγειν, ἵνα συνεθισθῇς ὅμοια τοῖς εἰρημένοις φρονεῖν. ἅττ᾽ ἄν σοι λογιζομένῳ φαίνηται βέλτιστα, ταῦτα τοῖς ἔργοις ἐπιτέλει. ὧν τὰς δόξας ζηλοῖς, μιμοῦ τὰς πράξεις. ἃ τοῖς αὑτοῦ παισὶν ἂν συμβουλεύσειας, τούτοις αὐτὸς ἐμμένειν ἀξίου. χρῶ τοῖς εἰρημένοις ἢ ζήτει βελτίω τούτων.