Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
γιγνώσκων ὅτι καὶ τῶν ὀλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειῶν αὗται πλεῖτον χρόνον διαμένουσιν, αἵ τινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύωσιν. καλῶς δὲ δημαγωγήσεις, ἔαν μήθ᾽ ὑβρίζειν τὸν ὄχλον ἐᾷς μήθ᾽ ὑβριζόμενον περιορᾷς, ἀλλὰ σκοπῇς ὅπως οἱ βέλτιστοι μὲν τὰς τιμὰς ἕξουσιν, οἱ δ᾽ ἄλλοι μηδὲν ἀδικήσονται: ταῦτα γὰρ στοιχεῖα πρῶτα καὶ μέγιστα χρηστῆς πολιτείας ἐστίν.