Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
ἀλλὰ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἕξουσι λέγειν, ὡς αὐτοὶ μέν, μεθ᾽ ὧν ἂν γένωνται, πιστοὶ διατελοῦσιν ὄντες, ἡμᾶς δ᾽ ἄξιον φοβεῖσθαι, μὴ κομισάμενοι τὴν χώραν πρὸς Λακεδαιμονίους ἀποστῶμεν: εὑρήσετε γὰρ ἡμᾶς μὲν δὶς ἐκπεπολιορκημένους ὑπὲρ τῆς φιλίας τῆς ὑμετέρας, τούτους δὲ πολλάκις εἰς ταύτην τὴν πόλιν ἐξημαρτηκότας.