Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[152]
οὓς καλοῦσι σατράπας, οὐ καταισχύνουσι τὴν ἐκεῖ παίδευσιν, ἀλλ᾽ ἐν τοῖς ἤθεσι τοῖς αὐτοῖς διαμένουσι, πρὸς μὲν τοὺς φίλους ἀπίστως πρὸς δὲ τοὺς ἐχθροὺς ἀνάνδρως ἔχοντες, καὶ τὰ μὲν ταπεινῶς τὰ δ᾽ ὑπερηφάνως ζῶντες, τῶν μὲν συμμάχων καταφρονοῦντες τοὺς δὲ πολεμίους θεραπεύοντες.