Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ἀλλὰ γὰρ ἴσως ἂν εἴποις ὡς οὐδὲ σὲ τοῦτο παρέλαθεν, ἀλλ᾽ ἐβουλήθης τοῖς φιλοσόφοις παράδειγμα καταλιπεῖν ὡς χρὴ περὶ τῶν αἰσχρῶν αἰτιῶν καὶ δυσχερῶν πραγμάτων ποιεῖσθαι τὰς ἀπολογίας. ἀλλ᾽ εἰ καὶ πρότερον ἠγνόεις, οἶμαί σοι νῦν γεγενῆσθαι φανερὸν ὅτι πολὺ θᾶττον ἄν τις σωθείη μηδὲν φθεγξάμενος ἢ τοῦτον τὸν τρόπον ἀπολογησάμενος.