Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
καὶ ταῦτ᾽ ἐποίουν οὐχ ὑπὲρ Ἀλεξάνδρου καὶ Μενελάου φιλονικοῦντες, ἀλλ᾽ οἱ μὲν ὑπὲρ τῆς Ἀσίας, οἱ δ᾽ ὑπὲρ τῆς Εὐρώπης, νομίζοντες, ἐν ὁποτέρᾳ τὸ σῶμα τοὐκείνης κατοικήσειε, ταύτην εὐδαιμονεστέραν τὴν χώραν ἔσεσθαι.