λείη μὲν κράμβη, ὁτὲ δ᾽ ἀγριὰς ἐμπίπτουσαμήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ᾽ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον ῾II 475 B':'
σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν
ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
βατραχέη κύμη τε κακόχροος, ἣ μὲν ἔοικε
πέλμασιν, οἷσι πέδιλα παλίμβολα κασσύουσιν:
ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
ὁ δ᾽ ἐξολισθὼν ἱκέτευε τὴν κράμβηνκαὶ Ἀνάνιος δέ φησι ῾II 502 B':'
τὴν ἑπτάφυλλον, ᾗ θύεσκε Πανδώρη
Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ σὲ πολλὸν ἀνθρώπωνκαὶ Τηλεκλείδης Πρυτάνεσιν ῾I 216 K' '‘ναὶ μὰ τὰς κράμβασ᾽ ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ ῾p. 224 L' '‘ναὶ μὰ τὰν κράμβαν᾽. Εὔπολις Βάπταις ῾I 275 K' '‘ναὶ μὰ τὴν κράμβην᾽. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ ὅρκος: καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν ῾FHG IV 403'.'
ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.