μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως ῾II 454 K':'
καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας,
ἐν αἷσιν ἕψεις τοὺς κυάμους.' καὶ ταῦτά γε
ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσ᾽, εἶτ᾽ ἐκέλευσε πέμπειν σαργάνας.
ὁ δ᾽ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.ἐν δ᾽ Ἰκαρίοις σατύροις φησίν ῾II 459 K':'
οὗτος δ᾽ ἔοικε τοῖς νεωνήτοις Σύροις.
Β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
Α. θανατηγὸν καλὴν χύτραν φέρει.
ὥστ᾽ ἔχειν οὐδὲν παρ᾽ ἡμῖν. νυκτερεύσας δ᾽ ἀθλίωςἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.
πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
βδέων
παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ᾽ ὁ λιμὸς ἥπτετο.
ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον: ἀλλὰ γὰρ
οὐδ᾽ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν
δραμὼν
Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
ἁρπάσας τούτων ἐνέτραγον. <ὁ> δ᾽ ὄνος ἡμᾶς
ὡς ὁρᾷ,
..... ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.