λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίανΔιονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι ῾p. 616 N':'
τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
νυμφῶν ὑπὸ σπήλυγγα τὸν αὐτόστεγονΛυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως: ‘ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.' καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων ῾IV 128 a',' ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου, συός εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα: τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται ῾III 564 B'.' οὐκ ἀγνοῶ δ᾽ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν ῾fr. 254':'
σύαγρον ἐκβόλειον εὔθηρον κλύειν,
ᾧ πλεῖστ᾽ ἀπαρχὰς ἀκροθινιάζομαι.
ἔδυ δ᾽ ἐς ἄντρον ἀσχέδωρος ὥς.καὶ Σκίρας ῾εἷς δ᾽ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος᾿ ἐν Μελεάγρῳ φησίν:
ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.
οὔτ᾽ ἀσχέδωρος νεμόμενος καπρώζεται.