previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγαθαρχίδης δ᾽ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν FHG III 194' 'περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα: ‘πλῆθος δ᾽ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων.' Καλλίξενος δ᾽ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας FHG III 65' 'διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει: ‘εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.' Ἀρτεμίδωρος δὲ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δ᾽ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων FHG III 186' 'τέταρόν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διὰ σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν fr. 54 Pr'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: