Εὐρύβατε κνισολοῖχε, .. οὐκ ἔσθ᾽ ὅπωςφασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ᾽ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα: καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ᾽ ὀρνίθων. ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι λέγουσι τά τ᾽ ἄλλα καὶ τάδε ῾v. 67':'
οὐκ ὀλβιογάστωρ εἶ σύ.
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί ῾v. 109':'
Β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός.
τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς. κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ ῾I 629 K'.' Μνησίμαχος δ᾽ ἐν Φιλίππῳ ῾εἷς δὲ καὶ οὗτός ἐστι <τῶν> τῆς μέσης κωμῳδίας ποιητῶν̓ φησί ῾II 442 K':'
καὶ τὸ λεγόμενον,Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γ# περὶ ζῴων ῾fr. 180 W' 'μνημονεύων αὐτῶν οὑτωσί πως λέγει: ‘ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά: τὰ μὲν γὰρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.' καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε ῾p. 633a 29':' ‘εἰσὶ δὲ τῶν ὀρνίθων οἳ μὲν κονιστικοί, οἳ δὲ λοῦνται, οἳ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλ᾽ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός.' μνημονεύει δ᾽ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν.
σπανιώτερον πάρεστιν ὀρνίθων γάλα
καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.