καὶ ἀλλαχόθι θηλυκῶς ῾Il. 14.290' '‘ὄρνιθι λιγυρῇ.' καί :ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο.
Μένανδρος δ᾽ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως ῾IV 118 M':' ‘ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ᾽ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ᾽ ἡμῶν;᾽ καὶ πάλιν:ὡς δ᾽ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
μάστακ᾽, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ.
αὕτη ποτ᾽ ἐξεσόβησε τὰς ὄρνις μόλις.ὀρνίθια δ᾽ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως ῾I 50 K':' ‘τἄλλα πάντ᾽ ὀρνίθια.' ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα. ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι: ‘ὄρνιθα φοινικόπτερον.' καὶ πάλιν ῾I 48 K':'
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.καὶ Σοφοκλῆς Ἀντηνορίδαις ῾fr. 134 N':'
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.Αἰσχύλος Καβείροις ῾fr. 90 N':'
ὄρνιθα δ᾽ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.Ξενοφῶν δ᾽ ἐν δευτέρῳ Παιδείας ῾I 6, 39':' ‘ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.' Μένανδρος Διδύμαις ῾IV 104 M':' ‘ὄρνεις φέρων ἐλήλυθα.' καὶ ἑξῆς ‘ὄρνιθας ἀποστέλλει᾽ φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ῾Litt. c':' ἀλλὰ καὶ Ἀλκμάν πού φησι ῾fr. 28 B4':'
ἄυσαν δ᾽ ἄπρακτα νεάνιδεςκαὶ Εὔπολις ἐν Δήμοις ῾I 283 K':'
ὥστ᾽ ὄρνις ἱέρακος ὑπερπταμένω.
οὐ δεινὸν οὖν κριοὺς μὲν ἐκγεννᾶν τέκνα
ὄρνις θ᾽ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;