φύλλων δ᾽ ὅσσ᾽ ἄσπαρτα τά τ᾽ ἐρρίζωται ἀρούραιςΝίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν φησιν ῾fr. 71 Schn':'
χείματος ἠδ᾽ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
ῥάφιν τ᾽ ἔμπεδον καὶ καυκαλίδ᾽ ἀγροιῶτιν.
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαιμνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ᾽ ἐν ε# περὶ φυτῶν γράφει οὕτως: ‘κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα.' κἀν τῷ πρώτῳ δέ φησι: ‘πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.' ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως: ‘δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια.' τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον ῾μέγας δ᾽ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος᾿ εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ.
πετραίου, σὺν δ᾽ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε:
σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
ἠδ᾽ ὅπερ ὄρνιθος κλέεται γάλα.