ἔπειτα πῶςἈντιφάνης δ᾽ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις ῾II 86 K':'
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν,
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
ἕψειν τ᾽ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
κοινῇ τε χναύειν τευθίσιν σηπίδια
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
οἷα δ᾽ ἐστὶν οἶσθα νῦν:Δίφιλος δ᾽ ἐν Ἀπλήστῳ ῾II 544 K':'
ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
ἐλευθέρι᾽, οὐ τάριχος οὐδ᾽ ἡδύσμασιν
ἄρνεια καταπεπασμέν᾽ οὐδὲ θρυμματὶς
τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
καὶ μὴν ῥαφάνους γ᾽ ἕψουσι λιπαράς, ὦ θεοί,
ἔτνος θ᾽ ἅμ᾽ αὐταῖς πίσινον.
ἥκει φερόμεν᾽ αὐτόματα πάντα τἀγαθά,Ἀλκαῖος Παλαίστρᾳ ῾I 762 K':'
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματ᾽ οὐδὲ ταῖς .......
θλασταῖς ἐλάαις.
ἤδη δ᾽ ἧψε χύτραν ῥαφάνων.Πολύζηλος δ᾽ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί ῾I 792 K':'
ὑψιπέταλοί τε κράμβαι συχναί.