καὶ ὁ Ποσειδῶνἦλθε δ᾽ Ἀθήνη
ἱρῶν ἀντήσουσα.
καὶ ὁ ΖεὺςΑἰθίοπας μετεκίαθε τηλόθ᾽ ἐόντας,
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων ἢ καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν ῾p. 260 L' 'χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ᾽ ἅμα πάντες ἕποντο.
ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες.ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ “δαίνυνθ᾽ ἑζόμενοι” Od. 3.471 , οὔτ᾽ εἰς μέθην πίνειν, ἀλλ᾽ “ἐπεὶ ἔσπεισάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος” Od. 3.395 .