εἰλάπιν᾽ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίνκαί τινος εἰπόντος ὅτι βαλλίζουσιν οἱ κατὰ τὴν πόλιν ἅπαντες τῇ θεῷ, ‘ὦ λῷστε᾽, ὁ Οὐλπιανὸς γελάσας ἔφη, ‘καὶ τίς Ἑλλήνων τοῦτο βαλλισμὸν ἐκάλεσεν, δέον εἰρηκέναι κωμάζουσιν ἢ χορεύουσιν ἤ τι ἄλλο τῶν εἰρημένων. σὺ δὲ ἡμῖν ἐκ τῆς Συβούρας ὄνομα πριάμενος
(Od. 1.226'.'
ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ ῾Aristias p. 563 N'.'καὶ ὁ Μυρτίλος ἔφη: ‘ἀλλὰ μὴν καὶ Ἑλληνικώτερον ἀποδείξω σοι τὸ ὄνομα, ὦ φίλε Ἐπιτίμαιε. πάντας γὰρ ἐπιστομίζειν πειρώμενος οὐδενὸς μὲν ἀμαθίαν κατέγνως, ‘σαυτὸν δ᾽ ἀποφαίνεις κενότερον λεβηρίδοσ᾽. Ἐπίχαρμος, ὦ θαυμασιώτατε, ἐν τοῖς Θεαροῖς μέμνηται τοῦ βαλλισμοῦ, καὶ οὐ μακράν ἐστι τῆς Σικελίας ἡ Ἰταλία. ἐν οὖν τῷ δράματι οἱ θεωροὶ καθορῶντες τὰ ἐν Πυθοῖ ἀναθήματα καὶ περὶ ἑκάστου λέγοντές φασι καὶ τάδε ῾p. 242 L':'
λέβητες χάλκιοι,καὶ Σώφρων δ᾽ ἐν τῇ ἐπιγραφομένῃ Νυμφοπόνῳ φησίν ῾fr. 27 Bo':' ‘κἤπειτα λαβὼν προῆχε, τοὶ δ᾽ ἐβάλλιζον.' καὶ πάλιν ῾fr. 28':' ‘βαλλίζοντες τὸν θάλαμον σκατὸς ἐνέπλησαν.' ἀλλὰ μὴν καὶ Ἄλεξις ἐν Κουρίδι φησί ῾II 333 K':'
κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις
και λωτε βαλλιζόντες σιοσσον χρῆμα εἴη.
καὶ γὰρ ἐπὶ κῶμον .... ἀνθρώπων ὁρῶοἶδα δὲ καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω.
πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν
ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ
νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
ὑμῖν περὶ τὸν βαλλισμόν: οὐ γὰρ ἄν ποτε
θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.