Φαίδων δὲ ... φύσκι᾽ ἐνείκαιἌγιδος δ᾽ ἐν τούτοις:
χορδάς <θ᾽> ὁ ψάλτης: ἐστὶ γὰρ ὀψοφάγος.
ἑφθὸς ὁ κάλλιχθυς: νῦν ἔμβαλε τὴν βαλανάγραν,καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν:
ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων:
γίνεθ᾽ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ᾽ ἀπόκλειε ...
ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς
χρυσορόης ἐπὶ τήνδ᾽ Ἀκρισίου λοπάδα.
ὀψοφάγει Κλειοῖ: καταμύομεν: ἢν δὲ θελήσῃς,
ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας.
θὲς μόνον ἢ ζώνην <ἢ> ἐνώτιον ἤ τι τοιοῦτον
σύσσημον. τὸ δ᾽ ὁρᾶν μὴ μόνον οὐ λέγομεν.
ἡμετέρη σὺ Μέδουσα: λιθούμεθα πάντες ἀπλάτου
οὐ Γοργοῦς, γόγγρου δ᾽ οἱ μέλεοι λοπάδι.