εἶθ᾽ ὁ Καλλιμέδων ἄφνωἌλεξις δ᾽ ἐν Κρατεύᾳ ἢ Φαρμακοπώλῃ ῾II 337 K':'
ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι,
ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
ἐλάλει. συνιεὶς δ᾽ οὐδὲν εἰκότως ἐγὼ
ὧν ἔλεγεν ἐπένευον διακενῆς: τῷ δ᾽ ἄρα
βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόραςὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι ἢ Φαιδρίᾳ οὕτως ῾II 388 K':'
ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι
θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων,
ἃς οὐδ᾽ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας
ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ,τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ ῾II 350 K':'
ἵνα Καλλιμέδοντ᾽ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ,
παύσῃς καταιγίζοντα δι᾽ ὅλης ἡμέρας.
Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις.
μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει.
εἴ τινας μᾶλλον φιλῶἐν δὲ Κρατεύᾳ ῾II 337 K':'
ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,
ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
καὶ Καλλιμέδων μετ᾽ Ὀρφέως ὁ Κάραβος.Ἀντιφάνης δ᾽ ἐν Γοργύθῳ ῾II 42 K':'
ἧττόν τ᾽ ἀποσταίην ἂν ὧν προειλόμηνΕὔβουλος δ᾽ ἐν Ἀνασῳζομένοις ῾II 167 K':'
ἢ Καλλιμέδων γλαύκου προοῖτ᾽ ἂν κρανίον.
ἕταιροι δὲ θεοῖσι συμπεπλεγμένοιΘεόφιλος δ᾽ ἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρόν ῾II 474 K':'
μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν
δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων
ἅθρους τεμαχίτας, ὥστ᾽ ἐνεῖναι μηδὲ ἕν.
πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ...Φιλήμονος δ᾽ ἐν Μετιόντι εἰπόντος ῾II 489 K':'
........... ἐγχέλειον παρατέθεικε. τῷ πατρὶ
τευθὶς ἦν χρηστή. ‘πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον;᾽
‘ψυχρός ἐστιν, ἄπαγε, φησί: ῥητόρων οὐ γεύομαι.'
Ἀγύρριος δὲ παρατεθέντος καράβουἩρόδικος δ᾽ ὁ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.
ὡς εἶδεν αὐτὸν ‘χαῖρε πάππα φίλτατε᾽
εἴπας τί ἐποίει; τὸν πατέρα κατήσθιεν.