εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη ῾cf. p. 24 Wachsm.':'
τερπόμενος μύθοισι: φαγόντι σοι οὔτις ὄνησις.
καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ
ἡσθείς.
ταῦτ᾽ ἔχω ὅσσ᾽ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ
τούτων
ἔσθλ᾽ ἔπαθον: τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.