μηδέποτ᾽ ἰχθύν, ὦ Δευκαλίων, μηδ᾽ ἢν αἰτῶ παραθῇς μοι.καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν β# Δηλιάδος ῾FHG IV 493' '‘ὅταν θύωσι τῇ Βριζοῖ—αὕτη δ᾽ ἐστὶν ἡ ἐνυπνιόμαντις: βρίζειν δ᾽ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν ῾Od. 12.7':'
ἔνθα δ᾽ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν—ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.'