νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίνεται.ὁ δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι ῾p. 80 d':' ‘τῇ θαλαττίᾳ νάρκῃ: καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ.' ἡ δὲ κλῆσις αὐτῆς καὶ παρ᾽ Ὁμήρῳ :
Μένανδρος δ᾽ ἐν Φανίῳ διὰ τοῦ 〈α〉 ἔφη ῾IV 217 M':'νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
ὑπελήλυθέν τέ μουμηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν φωλευόντων ῾fr. 178 W' 'διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν ῾ibid' 'διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφ᾽ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης ῾FHG II 324',' ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δὲ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω. ἐστὶ δ᾽ ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης ῾p. 311 R',' τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ᾽ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δ᾽ ὁ Λαοδικεὺς ἐν τῷ περὶ τῶν Νικάνδρου Θηριακῶν μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς, διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι. ὁ δ᾽ Ἀρχέστρατός φησι ῾fr. 33 R':'
νάρκα τις ὅλον τὸ δέρμα,
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳἌλεξις ἐν Γαλατείᾳ ῾II 311 K':'
καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ.
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένηνἐν δὲ Δημητρίῳ ῾II 314 K':'
ὀπτᾶν ὅλην.
ἔπειτα νάρκην ἔλαβον ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.