σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.Ἱκέσιος δ᾽ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ᾽ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ ῾p. 234 L':'
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε.Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῳικῶν ῾p. 297 R' 'γράφει οὕτως: ‘ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι.' ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον: ὃν Νουμήνιος καλεῖ ψόρον οὕτως ῾fr. 14 Birt':'
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.