οὐχ ἑψητῶν λοπάς ἐστιν.Ἄρχιππος Ἰχθύσι ῾I 682 K':'
καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼνΕὔπολις Αἰξίν ῾I 259 K':'
ἑψητός.
ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί.Εὔβουλος ἐν Προσουσίᾳ ἢ Κύκνῳ ῾II 196 K':'
ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕναἌλεξις ἐν Ἀπεγλαυκωμένῳ ῾II 303 K':'
διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.
καὶ γὰρ ἑψητοί τινεςτὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν:
παρῆσαν ἡμῖν δαιδαλεῖοί πως.
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνειςπληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν ἢ Νιόβῳ ῾I 464 K':'
οὐδὲ τριχίδων οὐδ᾽ οἷον ἑψητῶν τινῶν;
οὐδὲν μὰ Δί᾽ ἐρῶ λοπάδος ἑψητῶν.Μένανδρος Περινθίᾳ ῾IV 188 M':'
τὸ παιδίον .. εἰσῆλθεν ἑψητοὺς φέρον.ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ ῾II 223 K':'
βεμβράδ᾽, ἀφύην, ἑψητόν.Ποσείδιππος Ἀποκλειομένῃ ῾IV 515 M':'
ἑψητὸν ἀγοράζειν τινά.ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.