ἐάσαθ᾽ οὕτως <ὡς> ἔχει. τὸ πῦρ μόνον
ποιεῖτε τοῖς ὀπτοῖσι μήτ᾽ ἀνειμένον
῾τ̔ὸ γὰρ τοιοῦτ᾽ οὐκ ὀπτόν, ἀλλ᾽ ἑφθὸν ποιεἶ
μήτ᾽ ὀξύ: κατακάει γὰρ ὅσ᾽ ἂν ἔξω λάβῃ
τοῦτο πάλιν, εἰς τὴν σάρκα δ᾽ οὐκ ἐνδύεται.
μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν
ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα,
οὐδ᾽ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ,
ἀλλ᾽ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ παρὰ τῷ νεωτέρῳ Φιλήμονι μάγειρος διδασκαλικός τις εἶναι θέλει τοιαῦτά τινα λαλῶν ῾II 540 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.