ἀθανασίαν ηὕρηκα: τοὺς ἤδη νεκρούς,
ὅταν <μόνον> ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Θεμίσων δὲ ὁ Κύπριος, τὰ Ἀντιόχου
τοῦ βασιλέως παιδικά, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος
ἐν τῇ ὀγδόῃ τῶν ἱστοριῶν ῾FHG IV 488',' οὐ μόνον ἐν
ταῖς πανηγύρεσιν ἀνεκηρύττετο ‘Θεμίσων Μακεδών,
Ἀντιόχου βασιλέως Ἡρακλῆσ᾽, ἔθυον δὲ αὐτῷ πάντες
οἱ ἐγχώριοι ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν
αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο
στρωμνὴν καθ᾽ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν:
ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει. ὁ
δ᾽ οὖν Μενεκράτης τοιοῦτος ὢν ὁποῖος εἴρηται οὐδὲν
παραπλήσιόν ποτε ἐξωγκώσατο οἷον ὁ προειρημένος
μάγειρος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.