Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΒΩΚΕΣ.
Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ
Ζωικῷ ἢ περὶ ἰχθύων ῾p. 297 R' '‘
νωτόγραπτα,
φησί,
λέγεται βῶξ,
σκολιόγραπτα δὲ κολίας.'
Ἐπίχαρμος
δ᾽ ἐν Ἥβας γάμῳ ῾p. 232 L':'
ἔτι δὲ ποττούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν
τούτοις ῾fr. 9 Birt':'
ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας.
Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις ῾I 514 K':'
ἀλλ᾽ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
ὠνομάσθη δὲ παρὰ τὴν βοήν.
διὸ καὶ Ἑρμοῦ ἱερὸν
εἶναι λόγος τὸν ἰχθύν,
ὡς τὸν κίθαρον Ἀπόλλωνος.
Φερεκράτης δ᾽ ἐν Μυρμηκανθρώποις εἰπών ῾I 178 K':'
ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθύν <γέ> φασι τὸ παράπαν,
ἐπιφέρει:
νὴ τὼ θεώ,
οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
Ἀριστοφάνης δ᾽ ὁ Βυζάντιος ῾omis. N' '
κακῶς φησιν
ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα,
ἐπεὶ
μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει:
εἴη ἂν οὖν ὁ
βόωψ βοὸς ὀφθαλμοὺς ἔχων.
πρὸς ὃν λεκτέον,
εἰ τοῦτον
κακῶς ὀνομάζομεν,
διὰ τί κορακῖνόν φαμεν καὶ οὐ
κοροκῖνον;
ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν.
τί δ᾽ οὐχὶ καὶ σείουρον λέγομεν,
ἀλλὰ σίλουρον;
ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.