previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῴων ἠθῶν 620 b 33' '‘ὅπου ἂν ἀνθίας , φησίν, οὐκ ἐστὶν θηρίον: σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν.' μνημονεύει δ᾽ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων: ‘τὸν δ᾽ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα.' Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον, ὑπὸ δ᾽ ἄλλων καλλιώνυμον: εἶναι δ᾽ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης p. 307 R' 'δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δ᾽ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν: λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως p. 238 L':'
τόν τε πολυτίματον ἔλοπ᾽, δ᾽ αὐτὸς χαλκὸς ὤνιος,
ἕνα μόνον, καὶ κῆνον Ζεὺς ἔλαβε κἠκελήσατο
κατθέμειν αὐτῷ τέ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: