previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΦΑΛΡΟΣ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ἐμνημόνευσε δ᾽ αὐτοῦ καὶ Νουμήνιος ἐν τοῖς προκειμένοις Litt. b'.' Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν p. 317 R' 'αὐτὸν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ φησίν p. 237 L':'
ἀόνες φάγροι τε καὶ λάβρακες.
μνημονεύει δ᾽ αὐτῶν καὶ Μεταγένης ἐν Θουριοπέρσαις. Ἀμειψίας δ᾽ ἐν Κόννῳ I 672 K':'
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἱκέσιος δέ φησι: ‘φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν: γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι: κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δ᾽ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησιΣειρίου ἀντέλλοντοσ᾽ δεῖν τὸν φάγρον ἐσθίειν fr. 45 R':'
Δήλῳ τ᾽ Εἰρετρίᾳ τε κατ᾽ εὐλιμένους ἁλὸς οἴκους.
τὴν κεφαλὴν δ᾽ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ᾽ ἐκείνης
οὐραῖον: τὰ δὲ λοιπὰ δόμον μηδ᾽ εἰσενέγκῃς.
μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ I 718 K':'
πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.
καὶ ἐν Φιλοκτήτῃ I 724 K':'
κᾆτ᾽ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
ὀψωνοῦσιν μεγάλους τε φάγρους
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
στρογγυλοπλεύρων.
ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: