θεὸς δέ οἱ ἱερὸς ὕκης.Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ ῾fr. 16 B':'
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρονΤίμαιος δ᾽ ἐν τῇ ιγ# τῶν ἱστοριῶν ῾FHG I 220' 'περὶ τοῦ Σικελικοῦ πολιχνίου ῾λέγω δὲ τῶν Ὑκάρων̓ διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους: δι᾽ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος ῾FHG III 52' 'ὕκην ἀκούει τὴν ἰουλίδα: εἶναι δ᾽ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι ῾fr. 17 Bgk':'
πέτρῃ ἀλωόμενον.
οὐδ᾽ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.