συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους.Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ 〈υ〉 λέγων φησίν ῾fr. 9 B':'
ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.καὶ πάλιν:
τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺνσινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ 〈ι〉 Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις ῾fr. 40 R':'
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
ἀτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι:Ἀντιφάνης δ᾽ ἐν Ἀρχιστράτῃ ῾II 28 K':'
ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε.
ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε:
τίς δ᾽ ἐγχέλειον ἂν φάγοι
ἢ κρανίον σινόδοντος;