previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΑΡΓΟΙ. ‘οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων εἰσὶ τροφιμώτεροι.' Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν fr. 17 B':'
κόσσυφον κίχλας ἁλιειδέας, ἄλλοτε δ᾽ ἄλλῃ
σαργὸν ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ μορίων 543 a 7' 'τίκτειν αὐτόν φησιν δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ p. 236 L':'
αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι ...
ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει p. 234 L':'
ἦν δὲ σαργῖνοί <τε> μελάνουροί τε καὶ ταὶ φίνταται
ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ.
ὁμοίως δὲ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶ σαργίνους διὰ τοῦτ᾽ αὐτοὺς καλῶν καὶ χαλκίδας. δὲ σοφὸς Ἀρχέστρατός φησιν fr. 38 R':'
ἡνίκα δ᾽ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος
μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,
τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,
εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει:
σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε
τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.
τὸν δ᾽ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας:
τὴν ἀρετὴν γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: