Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ὁ δὲ ναυτίλος καλούμενος,
φησὶν Ἀριστοτέλης ῾p. 320 R',' πολύπους μὲν οὔκ ἐστιν,
ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ᾽ ἑαυτὸν ἔχων
τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ: ἐπαναστραφεὶς
δ᾽ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡς
καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες: ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων.
ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας
καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς
τάχος χωρεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων ‘πολύπους, φησί, τις ὃ μὲν τρεψίχρως, ὃ δὲ ναυτίλος.'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.