χαρακισμοῦ;αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
ἐπιπάστοιςζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες
ἐπιβλὺξἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
ἀρύτεσθαι.ὁ Ζεὺς δ᾽ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου
βαλανεύσει,ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων
πολυτύρων
ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.
τὰ δὲ <δὴ> δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς
ἐριφείοις
φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽
ἀναβράστοις.