δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.Φιλοκράτης δ᾽ ἐν β# Θετταλικῶν ῾FHG IV 477' ̔̓εἰ γνήσια τὰ συγγράμματἀ καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλικέτας. Ἀρχέμαχος δ᾽ ἐν τῇ τρίτῃ Εὐβοικῶν ῾FHG IV 314' '‘Βοιωτῶν, φησίν, τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ᾽ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθ᾽ ὁμολογίας, ἐφ᾽ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσιν: οὗτοι οὖν οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.' καὶ Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτριας αὐτοὺς ὀνομάζει διὰ τούτων ῾fr. 827 N':'
λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων.