οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύωνἐν δὲ Φιλοθηβαίῳ φησίν ῾II 107 K':'
ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
σήπονθ᾽, ἕωλοι κείμενοι δύ᾽ ἡμέρας
ἢ τρεῖς. μόλις δ᾽ ἐάν ποτ᾽ ὠνητὴν τυφλὸν
λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
τούτῳ: κομίσας δ᾽ ἐξέβαλεν ... οἴκαδε,
τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν ῾II 330 K':'
πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
τοῦτον σκυθρωπάζοντά θ᾽ ἡμῖν προσλαλεῖν,
ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν:
τὸν μὲν γελᾶν, τὸν δ᾽ ἕτερον οἰμώζειν μακρά.
νὴ τὴν Ἀθηνᾶν, ἀλλ᾽ ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτ᾽ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους: <Β. φόρους> μόνον; οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ᾽ ἀφαιροῦνται καθ᾽ ἑκάστην ἡμέραν;