previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιφάνης δ᾽ ἐν Λημνίαις II 70 K' 'τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν [εἶναι] ἐν οἷς λέγει [ἐν ταῖς Λημνίαις]:
εἶτ᾽ ἔστιν γένοιτ᾽ ἂν ἡδίων τέχνη
πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς;
ζωγράφος πονεῖ τι καὶ πικραίνεται,
γεωργὸς ...............,
........ ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν:
πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος.
ἡμῖν δὲ μετὰ γέλωτος βίος καὶ τρυφῆς:
οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά,
ἁδρὸν γελάσαι, σκῶψαί τιν᾽, ἐμπιεῖν πολύν,
οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.
κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ᾽ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν II 381 K':'
εὐδαίμων ἐγώ, μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι
ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
ἀλλ᾽ ὅτι διαρραγήσομ᾽, ἂν θεὸς θέλῃ:
τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ fr. 21 N':'
ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν.
[οἷον καθημερινήν]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: