ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰἈντίδοτος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα ῾II 310 K':'
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ᾽ ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν. ἐλυσιτέλει γάρ: ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι:
μετεβαλόμην πρὸς τοῦτον ὅσα τ᾽ εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὤν τε χρηστὸς εἶναι φησί τις:
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν.
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ᾽ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου.
πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον
περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος,
τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο,
καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.