καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι ῾II 277 K':'κἀν Πυθαγοριστῇ δέ φησι ῾II 280 K':'
βούλομαι δ᾽ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους:
ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ᾽ ἤδη πάλαι
.... ζωμὸς καλοῦμαι. δεῖ τιν᾽ ἄρασθαι μέσον
τῶν παροινούντων, παλαιστὴν νόμισον αὐταργειον
μ᾽ ὁρᾶν.
προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός: ἀναβῆναί τι πρὸς
κλιμάκιον ... Καπανεύς: ὑπομένειν πληγὰς ἄκμων:
κονδύλους πλάττειν δὲ Τελαμών: τοὺς καλοὺς πειρᾶν καπνός.
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν
νόμιζ᾽ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην.
ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων
λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
ὑπαίθριος χειμῶνα διάγειν κόψιχος,
πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν
τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν
κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν
γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.