previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων II 218 K':'
οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε:
δ᾽ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
πολὺ δ᾽ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι p. 179 c':' φησὶ γάρ: ‘καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.' παρασίτων δ᾽ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων II 338 K':'
δύ᾽ ἐστί, Ναυσίνικε, παρασίτων γένη,
ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς. θάτερον ζητῶ γένος,
σεμνοπαράσιτον ἐκ μέσου καλούμενον,
σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
χιλιοταλάντους ἀνακυλῖόν τ᾽ οὐσίας:
νοεῖς <σὺ> τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα.
Α. τούτων δ᾽ ἑκατέρου τῶν γενῶν μὲν τύπος
τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών:
ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν τύχη
ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ᾽ ἐλάττοσι
εἶθ᾽ οἳ μὲν εὐποροῦμεν, οἳ δ᾽ ἀλύομεν.
ἆρά γε διδάσκων, Ναυσίνικ᾽; Ν. οὐκ ἀστόχως,
ἀλλ᾽ ἄν σ᾽ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: