τιμῆέν μ᾽ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι:Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο:
καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ
Ἀμφιάραον ἔκρυψ᾽ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις:
πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιοσυνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων ἣ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἣ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἣ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.'
δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ᾽ Ἑλένῃ μέγα χάρμα:
ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.