previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ πρὸ τοῦ θοινᾶσθαι δὲ δεῖ ποιεῖν ἡμᾶς διδάσκει πάλιν Ὅμηρος, ἀπαρχὰς τῶν βρωμάτων νέμειν τοῖς θεοῖς. οἱ γοῦν περὶ τὸν Ὀδυσσέα καίπερ ὄντες ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ:

ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
τυρῶν αἰνύμενοι φάγομεν.

καὶ Ἀχιλλεὺς καίπερ ἐπειγομένων τῶν πρέσβεων ὡς ἐν μέσαις νυξὶν ἡκόντων ὅμως:

θεοῖσι δὲ θῦσαι ἀνώγει
Πάτροκλον ὃν ἑταῖρον: δ᾽ ἐν πυρὶ βάλλε θυηλάς.

καὶ σπονδοποιεῖταί γε τοὺς δαιτυμόνας ib. 175':'
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽.
ἅπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. μετὰ γὰρ τὸ δειπνῆσαι σπονδάς τέ φησιν p. 176a' 'ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι ... παραπλησίως δὲ καὶ Ξενοφῶν. παρὰ δ᾽ Ἐπικούρῳ οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ᾽ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός fr. 7, 56','
ἄθυστα δ᾽ ἱρὰ πολλάκις κατεσθίει ....

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: